1
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:19-20
The Greek New Testament
THGNT
ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.
Compare
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:19-20
2
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:9-10
ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:9-10
3
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:18
Φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:18
4
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:12
Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:12
5
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:14
ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6:14