1
ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:9
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
Compare
Explore ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:9
2
ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:12
λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Explore ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:12
3
ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:10
καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
Explore ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:10
4
ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:13
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Explore ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:13
5
ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:5
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Explore ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΟΥ 5:5
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos