1
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:38
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
Compare
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:38
2
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:42
ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:42
3
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:4
καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:4
4
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:2-4
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:2-4
5
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:46-47
καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν τῇ ἐκκλησίᾳ.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:46-47
6
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:17
καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:17
7
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:44-45
πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσι καθότι ἄν τις χρείαν εἶχε·
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:44-45
8
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:21
καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:21
9
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:20
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
Explore ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:20