1
Β΄ ΠΕΤΡΟΥ 2:9
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν
Compare
Explore Β΄ ΠΕΤΡΟΥ 2:9
2
Β΄ ΠΕΤΡΟΥ 2:21-22
κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα , καί, ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.
Explore Β΄ ΠΕΤΡΟΥ 2:21-22
3
Β΄ ΠΕΤΡΟΥ 2:19
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
Explore Β΄ ΠΕΤΡΟΥ 2:19
4
Β΄ ΠΕΤΡΟΥ 2:20
εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
Explore Β΄ ΠΕΤΡΟΥ 2:20
5
Β΄ ΠΕΤΡΟΥ 2:1
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
Explore Β΄ ΠΕΤΡΟΥ 2:1