1
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3-4
Scrivener’s Textus Receptus 1894
μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
Compare
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3-4
2
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5
τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5
3
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:6-8
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καί σχήματι εὑρεθείς ὥς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:6-8
4
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13
ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13
5
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9-11
διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ πατρός.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9-11
6
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:14-15
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:14-15
7
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:12
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:12
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos