1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:15
SBL Greek New Testament
SBLG
Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:15
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12
Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:12
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14
εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:14
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13
καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα⸃ ὡς βάτραχοι·
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:13
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9
καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:9
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:2
Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:2
7
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:16
καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16:16