1
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
SBL Greek New Testament
SBLG
μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετ’ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν·
Compare
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:6
2
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:7
3
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:8
4
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί ⸀με.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:13
5
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:4
6
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ ⸂τὸ πλοῦτος⸃ αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:19
7
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:9
8
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:5
9
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:12
10
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11
οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:11
Home
Bible
Plans
Videos