1
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12
SBL Greek New Testament
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ ⸀σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Compare
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12
2
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:18
διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:18
3
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:11
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:11
4
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:13
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:13
5
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:16-17
⸀ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ ⸀πονηροῦ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου ⸀δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:16-17
6
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:14-15
στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:14-15
7
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:10
⸂Τοῦ λοιποῦ⸃ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:10
8
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:2-3
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:2-3
9
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:1
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον·
Explore ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:1
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos