1
ΠΕΤΡΟΥ Α΄ 4:8
SBL Greek New Testament
SBLG
πρὸ ⸀πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη ⸀καλύπτει πλῆθος ἁμαρτιῶν·
Compare
Explore ΠΕΤΡΟΥ Α΄ 4:8
2
ΠΕΤΡΟΥ Α΄ 4:10
ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
Explore ΠΕΤΡΟΥ Α΄ 4:10
3
ΠΕΤΡΟΥ Α΄ 4:11
εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ⸀ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Explore ΠΕΤΡΟΥ Α΄ 4:11
4
ΠΕΤΡΟΥ Α΄ 4:16
εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸀ὀνόματι τούτῳ.
Explore ΠΕΤΡΟΥ Α΄ 4:16
5
ΠΕΤΡΟΥ Α΄ 4:7
Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς προσευχάς·
Explore ΠΕΤΡΟΥ Α΄ 4:7
6
ΠΕΤΡΟΥ Α΄ 4:12-13
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
Explore ΠΕΤΡΟΥ Α΄ 4:12-13
7
ΠΕΤΡΟΥ Α΄ 4:9
φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ·
Explore ΠΕΤΡΟΥ Α΄ 4:9
8
ΠΕΤΡΟΥ Α΄ 4:19
ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ⸀θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸀αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Explore ΠΕΤΡΟΥ Α΄ 4:19
9
ΠΕΤΡΟΥ Α΄ 4:1-2
Χριστοῦ οὖν ⸀παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ ⸀παθὼν σαρκὶ πέπαυται ⸀ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
Explore ΠΕΤΡΟΥ Α΄ 4:1-2
10
ΠΕΤΡΟΥ Α΄ 4:14
εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ⸀ἀναπαύεται.
Explore ΠΕΤΡΟΥ Α΄ 4:14