1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:11
Byzantine Textform 2018
Byz18
Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Спореди
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:11
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:12
Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται• καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:12
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23
¶ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν• ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25
¶ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37
¶ Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28
Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Истражи ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28