1
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
The Greek New Testament
THGNT
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
Compara
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
2
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
3
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ χριστοῦ.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
4
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
5
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
6
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
7
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5