1
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Compara
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
11
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
12
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
13
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25