1
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Compara
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24