1
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:24
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
Compara
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:24
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11-12
καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου·
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11-12
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:13
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:13
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:30
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶ πρῶτοι οἳ ἔσονται ἔσχατοι.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:30
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:25
ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:25
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5
οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:27
καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:27
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18-19
Ἔλεγε δέ· τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
Explorar ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18-19