1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
BYZ04
ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
Compara
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε·
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16
ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Explorar ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5