ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7
7
More about law
1Ἢ ἀγνοεῖτε, ἀδελφοί (γινώσκουσιν γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ; 2Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ, ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. 3Ἄρα οὖν, ζῶντος τοῦ ἀνδρός, μοιχαλὶς χρηματίσει#χρηματισει rell ¦ χρηματιζει [15%] ¦ χρηματησει [8%] ¦ three further spellings ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
4Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς#υμας f35 ℵA,B,C [86%] OC,RP,HF,TR,NU ¦ 1 ανδρι [14%] CP ἑτέρῳ—τῷ ἐκ νεκρῶν ἐγερθέντι—ἵνα καρποφορήσωμεν τῷ Θεῷ. 5Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. 6Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα,#κατειχομεθα rell ¦ κατηχομεθα [15%] ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι Πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
Law and sin
7Τί οὖν ἐροῦμεν;#ερουμεν f35 ℵA,B,C [91%] OC,RP,HF,TR,NU ¦ 1 οτι [9%] CP Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, «Οὐκ ἐπιθυμήσεις.» 8Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο#κατειργασατο rell ¦ κατηργασατο B [20%] ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.
Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. 9Ἐγὼ δὲ ἔζων, χωρὶς νόμου, ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν,#ανεζησεν rell ¦ εζησεν CP ἐγὼ δὲ ἀπέθανον. 10Καί, εὑρέθη μοι ἡ ἐντολὴ ἡ#η rell ¦ --- [25%] εἰς ζωήν, αὕτη εἰς θάνατον. 11Ἡ γὰρ ἁμαρτία, ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέν με, καὶ δι᾿#δι rell ¦ δια OC αὐτῆς ἀπέκτεινεν. 12Ὥστε, ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
Indwelling sin
13Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν#γεγονεν f35 [97%] OC,RP,HF,TR,CP ¦ εγενετο ℵA,B,C [3%] NU θάνατος; Μὴ γένοιτο· ἀλλὰ#αλλα rell ¦ αλλ C [30%] ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. 14Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός#σαρκικος f35 [85%] OC,RP,HF,TR,CP ¦ σαρκινος ℵA,B,C [15%] NU [In the context, ‘fleshly’ (not ‘physical’) is correct.] εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν 15—ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω,#πρασσω rell ¦ ποιω [13%] ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ.#ποιω rell ¦ πρασσω [13%] 16Εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό,#αυτο rell ¦ αυτω [15%] ἀλλ᾿#αλλ rell ¦ αλλα B [1%] NU ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.#ουχ ευρισκω f35 (93.6%) OC,RP,HF,TR,CP ¦ ου γινωσκω (2.5%) ¦ ου ℵA,B,C (2.3%) NU ¦ long omissions (1.5%) 19Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ᾿#αλλ rell ¦ αλλα ℵB [1%] NU ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ#εγω f35 ℵA [91%] OC,RP,HF,TR,CP[NU] ¦ --- B,C [9%] τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿#αλλ rell ¦ αλλα ℵB [1%] NU ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21Εὑρίσκω ἄρα τὸν νόμον, τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. 22Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με#με f35 (A)C [72%] RP,TR ¦ 1 εν ℵB [28%] OC,HF,CP,NU [OC is in small print] τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
24Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25Εὐχαριστῷ#ευχαριστω f35 ℵA [97%] OC,RP,HF,TR,CP ¦ χαρις δε [2%] NU ¦ χαρις B ¦ η χαρις [1%] τῷ Θεῷ—διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν, αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκί, νόμῳ ἁμαρτίας.
Tans Gekies:
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7: F35
Kleurmerk
Kopieer
Vergelyk
Deel
Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan