ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11
11
The remnant
1Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν.#βενιαμιν rell ¦ βενιαμην [15%] βενιαμειν 𝕻46ℵA,C [2%] 2Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ#ἠλια f35 [80%] OC,RP,HF,CP,NU ¦ ἡλια [20%] TR τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων·#λεγων f35 ℵ [97%] OC,RP,HF,TR,CP ¦ --- A,B,C [3%] NU 3«Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ#και f35 [97%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [3%] NU τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.» 4Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπον#κατελιπον f35 ℵB [86%] OC,RP,HF,TR,CP,NU ¦ κατελειπον 𝕻46A,C [14%] ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» 5Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.#ει δε εξ εργων ουκετι εστιν χαρις επει το εργον ουκετι εστιν εργον f35 (91.4%) OC,RP,HF,TR,CP ¦ 1-5,7-12, 7 B (0.7%) ¦ 1-7 (1%) ¦ 8-13 (2.5%) ¦ 1-6,13 (0.5%) ¦ --- 𝕻46ℵA,C (3.5%) NU ¦ one other variant (0.3%)
7Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου#τουτου f35 [32%] TR ¦ τουτο (𝕻46)ℵA,B,C [68%] OC,RP,HF,CP,NU (The verb normally takes the genitive.) οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν. 8Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» 9Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς. 10Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»#συγκαμψον rell ¦ συγκαψον [20%] CP ¦ συνκαμψον 𝕻46ℵB [2%]
The restoration
11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία#σωτηρια rell ¦ σοτηρια CP τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13Ὑμῖν γὰρ#γαρ f35 [97%] OC,RP,HF,TR,CP ¦ δε ℵA,B [3%] NU ¦ ουν C λέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσον#Εφ᾿ ὁσον [70%] OC,RP,HF,TR,NU ¦ εφόσον f35 [30%] CP (for the record; the scribes were just saving ink.) μέν#μεν f35 [93%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46ℵA,B,C [2%] NU ¦ --- [5%] εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω), 14εἴ πως#ει πως rell ¦ ειπω [3%] CP παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15Εἰ#ει rell ¦ η [12%] γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις#προσληψις rell ¦ προσλημψις 𝕻46ℵA,B [1%] NU ¦ προληψις C ¦ four further spellings εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ#ει rell ¦ --- 𝕻46 [10%] ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
Grafted olive branches
17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ#της ριζης και f35 A [95%] OC,RP,HF,TR,CP ¦ 12 ℵB,C [4%] NU ¦ --- 𝕻46 [1%] τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿#αλλ rell ¦ αλλα ℵB [1%] NU ἡ ῥίζα σέ). 19Ἐρεῖς οὖν, «Ἐξεκλάσθησαν#εξεκλασθησαν f35 𝕻46ℵA,B,C [87%] RP,HF,CP,NU ¦ 1 οι [13%] OC,TR [OC is in small print] κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.»#εγκεντρισθω rell ¦ ενκεντρισθω 𝕻46ℵA,B [12%] 20Καλῶς. Τῇ ἀπιστίᾳ#απιστια rell ¦ απιστεια A [14%] ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει,#υψηλοφρονει f35 C [99%] OC,RP,HF,TR,CP ¦ υψηλα φρονει 𝕻46ℵA,B [1%] NU ἀλλὰ φοβοῦ. 21Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως#μη πως f35 𝕻46 [98%] OC,RP,HF,TR,CP[NU] ¦ --- ℵA,B,C [2%] οὐδὲ σοῦ φείσεται.#φεισεται f35 𝕻46(ℵ)A,B,C [95%] OC,RP,HF,CP,NU ¦ φεισηται [5%] TR 22Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν·#αποτομιαν f35 [98%] OC,RP,HF,TR,CP ¦ αποτομια 𝕻46ℵA,B,C [2%] NU ἐπὶ δὲ σέ, χρηστότητα,#χρηστοτητα f35 [98%] OC,RP,HF,TR,CP ¦ χρηστοτης θεου 𝕻46(ℵ)A,B,C [2%] NU ἐὰν ἐπιμείνῃς#επιμεινης f35 A,C [96%] OC,RP,HF,TR,CP ¦ επιμενης ℵB [3%] NU ¦ επιμινης C ¦ two other spellings [1%] τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23Καὶ ἐκεῖνοι#και εκεινοι f35 [87%] OC,RP,HF,TR,CP ¦ κακεινοι ℵA,B,C [13%] NU δέ, ἐὰν μὴ ἐπιμείνωσιν#επιμεινωσιν f35 C [97%] OC,RP,HF,TR,CP ¦ επιμενωσιν ℵB [2%] NU ¦ επιμινωσιν A ¦ two other spellings [1%] τῇ ἀπιστίᾳ,#απιστια rell ¦ απιστεια A [10%] ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστιν#ο θεος εστιν f35 [65%] OC,RP,CP ¦ ∼ 312 ℵA,B,C [35%] HF,TR,NU πάλιν ἐγκεντρίσαι αὐτούς. 24Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
Hardening
25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿#παρ f35 ℵC [98%] OC,RP,HF,TR,CP[NU] ¦ εν A,B [0.5%] ¦ --- 𝕻46 [1.5%] ἑαυτοῖς φρόνιμοι)·#φρονιμοι rell ¦ φρονημοι [18%] ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. 26Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶ#και f35 [97%] OC,RP,HF,TR,CP ¦ --- 𝕻46ℵA,B,C [3%] NU ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.»
28Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30Ὥσπερ γὰρ καὶ#και f35 [94%] OC,RP,HF,TR,CP ¦ --- 𝕻46A,B,C [6%] NU ¦ omit whole verse ℵ ὑμεῖς ποτε#υμεις ποτε f35 𝕻46ℵB,C [95%] OC,RP,HF,TR,NU ¦ ∼ 21 A ¦ ∼ 2 και 1 [5%] CP ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,#απειθεια rell ¦ απειθια B [8%] CP 31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ#αυτοι f35 𝕻46A [98%] OC,RP,HF,TR,CP ¦ 1 νυν ℵB [1%] [NU] ¦ 1 υστερον [1%] ἐλεηθῶσιν. 32Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
Doxology
33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα#ανεξερευνητα f35 [99%] OC,RP,HF,TR,CP ¦ ανεξεραυνητα ℵA,B [1%] NU τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34«Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» 35Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» 36Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.