1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
F35
Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Bandingkan
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
»Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
»Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν.
Selidiki ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Halaman Utama
Alkitab
Pelan
Video