1
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
Scrivener’s Textus Receptus 1894
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.
Comparar
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9
2
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10
3
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2
4
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7
5
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:8
6
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:1
7
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5
εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Explorar ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3-5
A YouVersion utiliza cookies para personalizar sua experiência. Ao utilizar nosso site, você aceita o uso de cookies como descrito em nossa Política de Privacidade
Início
Bíblia
Planos
Vídeos