본문으로 건너뛰기

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14

14
The law of liberty
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.#διαλογισμων rell ¦ λογισμων [15%] 2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ#και ο μη f35 (95.6%) OC,RP,HF,TR,CP ¦ ∼ 2 δε 3 𝕻46ℵA,B,C,048 (2%) NU ¦ 12 (1.2%) ¦ four other variants (1.2%) ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ Θεὸς γὰρ αὐτὸν#αυτον rell ¦ αυτων CP προσελάβετο. 4Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατὸς γάρ ἐστιν#δυνατος γαρ εστιν f35 (92.7%) OC,RP,HF,TR,CP ¦ δυνατει 2 ℵA,B,C (1.2%) NU ¦ 12 𝕻46 (5.7%) ¦ two other variants (0.3%) ὁ Θεὸς#θεος f35 048 [98%] OC,RP,HF,TR,CP ¦ κυριος 𝕻46ℵA,B,C [2%] NU στῆσαι αὐτόν.
5Ὃς μὲν#μεν f35 𝕻46B [98%] OC,RP,HF,TR,CP ¦ 1 γαρ ℵA [2%] [NU] κρίνει ἡμέραν παρ᾿ ἡμέραν· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. 6Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ.#και ο μη φρονων την ημεραν κυριω ου φρονει f35 (95.4%) OC,RP,HF,TR,CP ¦ --- 𝕻46ℵA,B,C,048 (4.6%) NU [an easy case of homoioteleuton] Καὶ#και f35 ℵA,B,C [99%] OC,RP,HF,CP,NU ¦ --- 𝕻46 [1%] TR ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. 8Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν,#αποθνησκωμεν f35 ℵB [67%] OC,RP,HF,TR,CP,NU ¦ αποθανωμεν C [30%] ¦ αποθνησκομεν A [3%] τῷ Κυρίῳ ἀποθνήσκομεν.#αποθνησκομεν f35 A,B [77%] OC,RP,HF,TR,CP,NU ¦ αποθνησκωμεν ℵC [23%] Ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν,#αποθνησκωμεν f35 ℵB,C [88%] OC,RP,HF,TR,CP,NU ¦ αποθνησκομεν A [12%] τοῦ Κυρίου ἐσμέν. 9Εἰς τοῦτο γὰρ Χριστὸς καὶ#και f35 [92%] OC,RP,HF,TR,CP ¦ --- ℵB,C [8%] NU ἀπέθανεν καὶ ἀνέστη,#και ανεστη f35 [98%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [2%] NU καὶ ἔζησεν,#εζησεν f35 ℵA,B,C [98%] OC,RP,HF,CP,NU ¦ ανεζησεν [2%] TR ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
The judgment Seat of Christ
10Σὺ δέ, τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σύ, τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ Βήματι τοῦ Χριστοῦ.#χριστου f35 048 (96.5%) OC,RP,HF,TR,CP ¦ θεου ℵA,B,C (2.4%) NU ¦ three other variants (1.2%) 11Γέγραπται γάρ· « ‹Ζῶ ἐγώ,› λέγει Κύριος, ‹ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,#γονυ rell ¦ 1 επουρανιων και επιγειων και καταχθονιων CP καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.› » 12Ἄρα οὖν,#ουν f35 ℵA,C [98%] OC,RP,HF,TR,CP[NU] ¦ --- B [2%] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.#τω θεω f35 ℵA,C [99%] OC,RP,HF,TR,CP[NU] ¦ --- B [1%] 13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον· τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ#η rell ¦ εις [24%] ¦ ει [2%] σκάνδαλον.
14Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ#κυριω f35 ℵA,B,C [79%] OC,RP,HF,TR,NU ¦ χριστω [21%] CP Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ#αυτου f35 A,C [93%] OC,RP,HF,CP ¦ εαυτου ℵB [7%] TR,NU (εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν), 15εἰ δὲ#δε f35 [96%] OC,RP,HF,TR,CP ¦ γαρ ℵA,B,C [4%] NU διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε#απολλυε rell ¦ απολυε [10%] ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. 16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· 17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ. 18Ὁ γὰρ ἐν τούτοις#τουτοις f35 [97%] OC,RP,HF,TR,CP ¦ τουτω ℵA,B,C [3%] NU δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
19Ἄρα οὖν, τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Πάντα μὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21Καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.#προσκοπτει η σκανδαλιζεται η ασθενει f35 𝕻46B (88.4%) OC,RP,HF,TR,CP ¦ 1 A,C,048 (1.8%) NU ¦ ∼ 32145 (8.7%) ¦ five other variants ℵ (1%)
22Σὺ πίστιν#πιστιν f35 [99%] OC,RP,HF,TR,CP ¦ 1 ην ℵA,B,C [1%] [NU] ἔχεις; Κατὰ σεαυτὸν#σεαυτον rell ¦ σαυτον [5%] TR ἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.
Doxology
24Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25φανερωθέντος δὲ νῦν, διά τε Γραφῶν προφητικῶν, κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος 26—μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ—ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.#verses 24-26 f35 A (94.8%) OC,RP,HF ¦ --- 𝕻46ℵB,C,048 (5.2%) TR,CP,NU (The MSS that omit here supply the verses later: 𝕻46 after 15:33; ℵA,B,C [NU] after 16:23 [A repeats]; CP,TR after 16:24.)