ΓΕΝΕΣΙΣ 42
42
1Ἰδὼν δὲ Ἰακὼβ ὅτι ἐστὶ πράσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ, ἱνατί ῥαθυμεῖτε; 2Ἰδοὺ ἀκήκοα, ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεὶ, καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν.
3Κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα, πρίασθαι σῖτον ἐξ Αἰγύπτου· 4Τὸν δὲ Βενιαμὶν, τὸν ἀδελφὸν Ἰωσὴφ, οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπε γὰρ, μή ποτε συμβῇ αὐτῷ μαλακία. 5Ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν. 6Ἰωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς· οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7Ἰδὼν δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπέγνω· καὶ ἠλλοτριοῦτο ἀπʼ αὐτῶν, καὶ ἐλάλησεν αὐτοῖς σκληρά· καὶ εἶπεν αὐτοῖς, πόθεν ἥκατε; οἱ δὲ εἶπον, ἐκ γῆς Χαναὰν, ἀγοράσαι βρώματα. 8Ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ· αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν· 9Καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός· καὶ εἶπεν αὐτοῖς, κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε. 10Οἱ δὲ εἶπαν, οὐχὶ, κύριε· οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. 11Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσιν οἱ παῖδές σου κατάσκοποι. 12Εἶπε δὲ αὐτοῖς, οὐχί· ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. 13Οἱ δὲ εἶπαν, δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χαναάν· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. 14Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, λέγων, ὅτι κατάσκοποί ἐστε. 15Ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραὼ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. 16Ἀποστείλατε ἐξ ὑμῶν ἕνα, καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν· ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μὴ, νὴ τὴν ὑγίειαν Φαραὼ, ἦ μὴν κατάσκοποί ἐστε. 17Καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς. 18Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ, τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι. 19Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε, καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν. 20Καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε. Ἐποίησαν δὲ οὕτως. 21Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερίδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ θλίψις αὕτη. 22Ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς, οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. 23Αὐτοὶ δὲ οὐκ ᾔδεισαν, ὅτι ἀκούει Ἰωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν· 24Ἀποστραφεὶς δὲ ἀπʼ αὐτῶν ἔκλαυσεν Ἰωσήφ· καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπʼ αὐτῶν, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
25Ἐνετείλατο δὲ Ἰωσὴφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν· καὶ ἐγενήθη αὐτοῖς οὕτως. 26Καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοῦς ὄνους αὐτῶν, ἀπῆλθον ἐκεῖθεν. 27Λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ, δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου. 28Καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ, ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου· καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους, λέγοντες, τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν; 29Ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γὴν Χαναὰν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες, 30Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ, ὡς κατασκοπεύοντας τὴν γῆν. 31Εἴπαμεν δὲ αὐτῷ, εἰρήνικοί ἐσμεν, οὐκ ἐσμὲν κατάσκοποι. 32Δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει· ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν. 33Εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς, ἐν τούτῳ γνώσομαι, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετʼ ἐμοῦ· τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε. 34Καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον· καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλʼ ὅτι εἰρηνικοί ἐστε· καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε. 35Ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ, καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. 36Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα. 37Εἶπε δὲ Ῥουβὴν τῷ πατρὶ αὐτῶν, λέγων, τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κᾀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. 38Ὁ δὲ εἶπεν, οὐ καταβήσεται ὁ υἱός μου μεθʼ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδοῦ.
Επιλέχθηκαν προς το παρόν:
ΓΕΝΕΣΙΣ 42: GRCBRENT
Επισημάνσεις
Κοινοποίηση
Αντιγραφή
Θέλετε να αποθηκεύονται οι επισημάνσεις σας σε όλες τις συσκευές σας; Εγγραφείτε ή συνδεθείτε
This work is in the PUBLIC DOMAIN. It is not copyrighted. You may not claim a copyright on this work.
Genesis 42
42
Joseph's Brothers Go to Egypt To Buy Grain
1When Jacob found out there was grain in Egypt, he said to his sons, “Why are you just sitting here, staring at one another? 2#Ac 7.12. I have heard there is grain in Egypt. Go down and buy some, so we won't starve to death.”
3Ten of Joseph's brothers went to Egypt to buy grain. 4But Jacob did not send Joseph's younger brother Benjamin with them; he was afraid that something might happen to him. 5So Jacob's sons joined others from Canaan who were going to Egypt because of the terrible famine.
6Since Joseph was governor of Egypt and in charge of selling grain, his brothers came to him and bowed with their faces to the ground. 7-8They did not recognize Joseph, but at once he knew who they were, though he pretended not to know. Instead, he spoke harshly and asked, “Where do you come from?”
“From the land of Canaan,” they answered. “We've come here to buy grain.”
9 #
Gn 37.5-10. Joseph remembered what he had dreamed about them and said, “You're spies! You've come here to find out where our country is weak.”
10“No sir,” they replied. “We're your servants, and we have only come to buy grain. 11We're honest men, and we come from the same family—we're not spies.”
12“That isn't so!” Joseph insisted. “You've come here to find out where our country is weak.”
13But they explained, “Sir, we come from a family of twelve brothers. The youngest is still with our father in Canaan, and one of our brothers is dead.”
14Joseph replied:
It's like I said. You're spies, 15and I'm going to find out the truth. I swear by the life of the king that you won't leave this place until your youngest brother comes here. 16Choose one of you to go after your brother, while the rest of you stay here in jail. That will show whether you are telling the truth. But if you are lying, I swear by the life of the king that you are spies!
17Joseph kept them all under guard for three days, 18before saying to them:
Since I respect God, I'll give you a chance to save your lives. 19If you are honest men, one of you must stay here in jail, and the rest of you can take the grain back to your starving families. 20But you must bring your youngest brother to me. Then I'll know that you are telling the truth, and you won't be put to death.
Joseph's brothers agreed 21and said to one another, “We're being punished because of Joseph. We saw the trouble he was in, but we refused to help him when he begged us. That's why these terrible things are happening.”
22 #
Gn 37.21,22. Reuben spoke up, “Didn't I tell you not to harm the boy? But you wouldn't listen, and now we have to pay the price for killing him.”
23They did not know that Joseph could understand them, since he was speaking through an interpreter. 24Joseph turned away from them and cried, but soon he turned back and spoke to them again. Then he had Simeon tied up and taken away while they watched.
Joseph's Brothers Return to Canaan
25Joseph gave orders for his brothers' grain sacks to be filled with grain and for their money#42.25 money: Probably in the form of small pieces of silver and/or other precious or semi-precious metals; there were no coins or paper money at this time. to be put in their sacks. He also gave orders for them to be given food for their journey home. After this was done, 26they each loaded the grain on their donkeys and left.
27When they stopped for the night, one of them opened his sack to get some grain for his donkey, and at once he saw his moneybag. 28“Here's my money!” he told his brothers. “Right here in my sack.”
They were trembling with fear as they stared at one another and asked themselves, “What has God done to us?”#42.28 What has God … us: They thought God had put the money in their bags, so they would be caught and punished.
29When they returned to the land of Canaan, they told their father Jacob everything that had happened to them:
30The governor of Egypt was rude and treated us like spies. 31But we told him, “We're honest men, not spies. 32We come from a family of twelve brothers. The youngest is still with our father in Canaan, and the other is dead.”
33Then the governor of Egypt told us, “I'll find out if you really are honest. Leave one of your brothers here with me, while you take the grain to your starving families. 34But bring your youngest brother to me, so I can be certain that you are honest men and not spies. After that, I'll let your other brother go free, and you can stay here and trade.”
35When the brothers started emptying their sacks of grain, they found their moneybags in them. They were frightened, and so was their father Jacob, 36who said, “You have already taken my sons Joseph and Simeon from me. And now you want to take away Benjamin! Everything is against me.”
37Reuben spoke up, “Father, if I don't bring Benjamin back, you can kill both of my sons. Trust me with him, and I'll bring him back.”
38But Jacob said, “I won't let my son Benjamin go down to Egypt with the rest of you. His brother is already dead, and he is the only son I have left.#42.38 only son I have left: Jacob had only two sons by Rachel, his favorite wife. I am an old man, and if anything happens to him on the way, I'll die from sorrow, and all of you will be to blame.”
Επιλέχθηκαν προς το παρόν:
:
Επισημάνσεις
Κοινοποίηση
Αντιγραφή
Θέλετε να αποθηκεύονται οι επισημάνσεις σας σε όλες τις συσκευές σας; Εγγραφείτε ή συνδεθείτε
Contemporary English Version, Second Edition (CEV®)
© 2006 American Bible Society. All rights reserved.