1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:22
Text-Critical Greek New Testament
TCGNT
Καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.
موازنہ
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:22
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:21
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:21
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:9
Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:9
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13
Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:5
Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:5
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:42
Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:42
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:43
Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:43