1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
Text-Critical Greek New Testament
TCGNT
Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά.
موازنہ
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
Ὁ δὲ εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23
Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
تلاش ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23