1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
F35
Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Compare
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16ਪੜਚੋਲ ਕਰੋ
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14ਪੜਚੋਲ ਕਰੋ
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8ਪੜਚੋਲ ਕਰੋ
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6ਪੜਚੋਲ ਕਰੋ
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44ਪੜਚੋਲ ਕਰੋ
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3ਪੜਚੋਲ ਕਰੋ
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9ਪੜਚੋਲ ਕਰੋ
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4ਪੜਚੋਲ ਕਰੋ
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10ਪੜਚੋਲ ਕਰੋ
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7ਪੜਚੋਲ ਕਰੋ
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
»Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12ਪੜਚੋਲ ਕਰੋ
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5ਪੜਚੋਲ ਕਰੋ
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13ਪੜਚੋਲ ਕਰੋ
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48ਪੜਚੋਲ ਕਰੋ
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37ਪੜਚੋਲ ਕਰੋ
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
»Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39ਪੜਚੋਲ ਕਰੋ
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ