1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:36-37
SBL Greek New Testament
SBLG
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ⸀λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
ႏွိုင္းယွဥ္
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:36-37ရွာေဖြေလ့လာလိုက္ပါ။
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:34
γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:34ရွာေဖြေလ့လာလိုက္ပါ။
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:35
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:35ရွာေဖြေလ့လာလိုက္ပါ။
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:31
διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ⸀ἀφεθήσεται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:31ရွာေဖြေလ့လာလိုက္ပါ။
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:33
Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:33ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား