1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2
The Greek New Testament
THGNT
καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Comparar
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτειρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:12
τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:12
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:21
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:21
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:10
τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:10
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:9
Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:9
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:18
εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:18
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:19
μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:19
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:11
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:11
10
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:3
λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:3
11
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:17
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:17
12
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:16
τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γείνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:16
13
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:20
ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:20
14
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:14-15
εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:14-15
15
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:13
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες·
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:13
16
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4-5
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, οὕτως οἱ πολλοὶ ἓν σῶμα ἐσμὲν ἐν χριστῷ, τὸ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
Explorar ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4-5