1
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:45
SBL Greek New Testament
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Comparar
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:45
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27
⸀ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰ παρὰ τῷ θεῷ.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52
⸂καὶ ὁ⸃ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ ⸀εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει ⸀αὐτῷ ἐν τῇ ὁδῷ.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:9
ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:9
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21
ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς ⸀τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει ⸀μοι.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51
καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν⸃· Τί ⸂σοι θέλεις ποιήσω⸃; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43
οὐχ οὕτως δέ ⸀ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς ⸀ἂν θέλῃ ⸂μέγας γενέσθαι⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15
ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ⸀οἱ ἔσχατοι πρῶτοι.
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6-8
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ⸃, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ·
Explorar ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6-8
YouVersion utiliza cookies para personalizar su experiencia. Al usar nuestro sitio web, acepta nuestro uso de cookies como se describe en nuestra Política de privacidad
Inicio
Biblia
Planes
Videos