YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 5

5
Fornication Rebuked
1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν #5:1 ονομαζεται 95.5% ¦ --- CT 3.3%ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα #5:2 εξαρθη ¦ αρθη CTἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο #5:2 ποιησας ¦ πραξας NA WHποιήσας.
3Ἐγὼ μὲν γὰρ #5:3 ως ¦ --- CTὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτω τοῦτο κατεργασάμενον, 4ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ #5:4 χριστου ¦ --- NA SBL WHΧριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ #5:4 χριστου ¦ --- CTΧριστοῦ, 5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου #5:5 ιησου ¦ --- NA SBL WHἸησοῦ.
6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7Ἐκκαθάρατε #5:7 ουν 𝔐18 ¦ --- 𝔐12 CT HF RPοὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν #5:7 υπερ ημων 91.4% ¦ --- CT 3.5%ὑπὲρ ἡμῶν #5:7 ετυθη ¦ εθυθη SCRἐτύθη Χριστός· 8ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις #5:8 ειλικρινειας ¦ ειλικρινιας WHεἰλικρινείας καὶ ἀληθείας.
9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· 10#5:10 και ¦ --- CTκαὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις, #5:10 η ¦ και CTἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ #5:10 οφειλετε ¦ ωφειλετε CTὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11#5:11 νυνι 𝔐19 ¦ νυν 𝔐11 ANT CT RPΝυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12Τί γάρ μοι #5:12 και ¦ --- CTκαὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13Τοὺς δὲ ἔξω ὁ Θεὸς #5:13 κρινεῖ ¦ κρίνει SBL TR WHκρινεῖ. #5:13 και εξαρειτε ¦ εξαρατε CTΚαὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in