1
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:9
Text-Critical Greek New Testament
TCGNT
ἀλλὰ καθὼς γέγραπται, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Compare
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:9
2
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:14
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:14
3
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:10
Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:10
4
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:12
Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:12
5
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:4-5
Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 2:4-5